Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-32
Not analysed yet
Τοῦ αὐτοῦ. Τότε πεπλήρωται (9) τό· Εἰσσγα καταφύτευσον αὐτοὺς εἰς ὅρος κληρονομίας σου. Ἔθνη δὲ κακίας ἐξολοθρεύεται πρὶν καταφυτευθῆν ἡμᾶς. Χεὶρ δὲ ἐξωλόθρευσε καὶ ἡ δεξιά· κατεφύτευσε δὲ οὔτε χεὶρ, οὔτε δεξιά· οὐ γὰρ μέρος, ἀλλʼ ὅλος κατεφύτευσε. Καὶ ἔσωσεν οὐ χεὶρ, ἀλλὰ δεξιά. Ἐκβεβλημένου τοῦ Ἰσραὴλ, οἱ ἀπὸ τῶν ἐθνῶν ταῖς θιίρς Γραφαῖς ἐνεφυτεύθησαν. Ὀνόματα δὲ τέθειται καθ᾿ ἑνὸς ὑποκειμένου διάφορα. Τὸν γὰρ Σωτῆρά φησι χτἴρα, δεξιὰν, βραχίονα καὶ φωτισμόν. Πρόσωπν δί Πατρὸς, ὡς χαρακτὴρ ὑποστάσεως αὐτοῦ. φωτισμός γε μὴν ἐξ αὐτοῦ πεμπόμενος εἰς νοῦν τῶν καλουμίνων εἰς ἀπολύτρωσιν, ἡ διὰ τοῦ πνεύματος σύνεσς. Θεῷ προσάγουσα τοὺς φωτιζομένους. Οἱ πραἴς δὲ κληρονομοῦσι γῆν, οὐ μαχόμενοι, οὐδὲ ῥομφαίᾳ κληρονομοῦσι.