Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-33
Not analysed yet
Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησ γῆν, κ. τ. ἑ. Ἐφʼ ἡμῖν μέν ἐστι (10) τὸ κατορθῶσαι τὴν ἀρετὴν σὺν τῇ δυνάμει τοῦ Θεοῦ· τὸ δὲ καταξιωθῆναι γνώσεως πνευματικῆς οὐκ ἔστιν ἐφʼ ἡμῖν. Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ό ἐντελλόμενος τὰς σωτηρίας Ἰακὼβ, κ. τ. ἑ. Τσῦτα δὲ τοῖς ἐν τῷ λαῷ (11) ἁρμόσει καὶ τοῖς προφήται, μὴ οἰκείᾳ σώζεσθαι ὁμολογοῦσι δυνάμει. Ἰακὼβ δὲ, ὑφʼ οὗ πτερνίζονται τὰ φαῦλα. Ἐντέλλεται ὁ Θεὸς τοῖς ἁγίοις πνεύμασι τοῖς εἰς διακονίαν ἀπεσταλμένοις διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. Πλλαὶ δὲ σωτηρίαι, ὡς ζωαί.