Ancient Greek · ~8 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-38
Not analysed yet
Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, κ. τ. ἑ. Ἔχει τι ὅμοιον (4Ο) τὸ, «Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, τῷ, «Πρὸς ἐμαυτὸν ἡ ψυχή μου ἐταράχθη. »Ἀλλὰ καὶ ἐπὶ θανάτῳ προσδοκωμένῳ δειλία ἀπό τινος πονηρᾶς ἐνεργείας γίνεται ,ἥτις, βουλομένη ἐνεργῆσαι εἰς τὸν λέγοντα τὸν ψαλμὸν, ἐπέπεσεν αὐτῷ, οὐ πάντως δὲ καὶ ἐνήργησεν ὅ ἐβουλήθη. Τὸ δὲ ὅμοιον ἐρεῖς καὶ ἐπὶ τοῦ ἐλθόντος ἐπʼ αὐτὸν φόβου καὶ τρόμου· ἅτινα, ἐπεὶ εὗρεν αὐτὸν ἐγρηγορότα, οὐκ ἐνήργησεν. «Ἐκάλυψέ με δὲ σκότος, »εἶπε διὰ τὸ σῶμα σκοτοῦν τὴν ψυχὴν, ὅτε ἁμαρτωλὸς καὶ ἐχθρὸς ἐκκλίνουσιν ἐπ᾿ ἐμὲ ἀνόμιον ποίησιν. Ἁμαρτία γὰρ ἁμαρτίαν ἐρεθίζει· δίκαιος δὲ δικαίῳ συνὼν δικαιότερος γίνεται. «Καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. »Καὶ τοῦτο τῶν ἁμαρτωλῶν, οἵ καὶ τὴν ἔχθραν οὐχ ἁπλῶς ἐργάζονται, ἀλλὰ καὶ ἐν σκότῳ. «Ἐγκοτεῖν »δέ ἐστιν ἐναποκειμένην ἔχειν τὴν ὀργήν. Ἐπίσταται σπουδαῖος ἅπας ἕτερον εἶναι τὸ ἐν λογισμοῖς ἁμαρτάνειν (ὃ καὶ ἀνεκτόν ἐστι) καὶ ἕτερον, ἐν πράξει καὶ λόγοις (ὃ καὶ ἐπικίνδυνον καὶ βαρύ). Διὸ καὶ εἴ ποτε ἐν λογισμοῖς συμβαίη κλόνον καὶ βλάβην γίνεσθαι, ἐν ἑαυτῷ φυλάττει αὐτὰ, οὐδὲ προφέρει λότον, κατὰ τὸ ἐν κρυπτῷ ἁμάρτημα, οὐδὲ πράττει ἀποτελεσματικῶς, εἰδὼς ἰάσιμον εἶναι τὸ ἐνθύμημα. Τὸ δὲ ἐν πράξει καὶ λόγοις δυσίατον ἔσθ᾿ ὅτε καὶ ἀνίατον. Διό φησιν· «Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί. »Οὐ γὰρ ἡρμήνευσα τὴν ταραχὴν, ἢ ἕπραξά τι κατʼ αὐτόν· ἀλλὰ καὶ δειλίας ἐπιπεσούσης θανάτου ἀκολουθοῦντος τῇ ἁμαρτίᾳ, ἐν ἐμαυτῷ αὐτὴν κατέσχον. Συμβαίνει γὰρ ἐκ τῶν ἔξω τὴν δειλίαν φανῆναι, καὶ ἑτέρων πρόσκομμα γενέσθαι τὸν δηλωθέντα. Τὸ δὲ, Φόβος καὶ τρόμος ἦλθεν ἐπʼ ἐμὲ, καὶ ἐκάλυψέ με σκότος, »τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπάρχει, ἐχούσης τὸ παθητικὸν καὶ θυμικὸν καὶ ἐπιθυμητικόν. Κἂν κατ᾿ ἀρετήν τις προκόπτῃ, οὐκ ἀφανιζομένο τοῦ παθητικοῦ, συμβαίνει ἐν τῇ λεγομένῃ συμπαθείᾳ γενέσθαι. Ἀμέλει γοῦν καὶ τὸ προκείμενον πρόσωπον, ὠθούμενον ὑπὸ φωνῶν ἐχθρῶν καὶ θλίψεως ἁμαρτωλοῦ, ἀναῤῥιπιζόμενον ἔσχε τὸ ἐνυπάρχον παθητικὸν, ὡς φοβηθῆναι, καὶ τρόμῳ ὑποπεσεῖν ὑπὸ τοῦ τῆς ἀπορίας σκότους· τὴν γὰρ σκοτοδινίασιν σκότος ἐκάλεσεν.