Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-42
Not analysed yet
Καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπʼ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, κ. τ. ἑ. Χριστοῦ ἀποσπῶντος (39) ἀνθρώπους ἀπὸ τῶν ἀντικειμένων ἐνεργειῶν, ἡ φωνὴ τοῦ ἁμαρτωλοῦ διαβόλου παρορμῶντος τὰς ὑπʼ αὐτὸν δυνάμεις κατὰ τοῦ Σωτῆρος αἰτία ἐγίνετο τοῦ ἐκείνας ἐκκλίνειν ἐπʼ αὐτὸν τὴν ἀνομίαν, καὶ ἐν ὀργῇ ἐγκοτεῖν αὐτῷ, ὡς τοῦ Ἰησοῦ ταράττεσθαι τὴν καρδίαν ἐν αὐτῷ, καὶ δειλίαν θανάτου ἐμπίπτειν αὐτῷ, φόβου καὶ τρόμου ἐρχομένων ἐπʼ αὐτὸν, καὶ σκότου καλύπτοντος αὐτόν.