Ancient Greek
3 to 4
Origen, Selecta in Psalmos [Dub.] 3-39-4
Not analysed yet
Ἀπηλλοτριώθησαν ἰ ἀμαρτωλὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρὸς, ἐλάλησαν ψευδῆ, κ. τ. ἑ. Ἀλλοτριοῦνται (71) ἀπὸ μήτρας, καὶ πλανῶνται ἀπὸ γαστρὸς οἱ ἐκ παιδὸς οὐκ ἐπὶ τὴν ἀρετὴν, ἀλλʼ ἐπὶ τὴν κακίαν ὁδεύοντες. Θυμὸς αὐτοῖς κατὰ τὴν ὀμοίωσιν τοῦ ὄφεως. ὡσεὶ ἀσπίδος κωφῆς, καὶ βυούσης τὰ ὧτα αὐτῆς, κ. τ. ἑ. Πᾶσα ψυχὴ (72) μὴ ἀκούσασα λόγων σωζόντων αὐτὴν, ἀσπίς ἐστι βύουσα τὰ ὦτα αὐτῆς.