Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΝΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-36
Not analysed yet
Τοῦ αὐτοῦ. Διὰ τὸν 73) ὡς ὄφεως τῶν ἁμαρτανόντων θυμὸν λέγεται αὐτοῖς· «Ὄφεις, γεννήματα ἐχιδνῶν· »μὴ ἀνειληφόσι τὸ καθʼ ὁμοιότητα τοῦ Θεοῦ, ἀλλὰ τοῦ ὄφεως. Καὶ ὁ μὲν ἅγιος βύει τὰ τα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καὶ ὡσεὶ κωφὸς οὐκ ἀμούει τῶν χειρόνων· ὁ δὲ ἁμαρτωλὸς οὐκ ἀκούει τῶν καλῶν, ὁμοίως ἀσπίδι κωφῇ βυούσῃ τὰ ὦτα αὐτῆς, ἵνα μὴ ἀκούση φωνὴν ἐπᾳδόντων. Βύουσι δὲ καὶ οὗτοι τὰ ὦτα, περὶ ὧν ὁ λόγος, οὐ τὰ τῆς αἰσθήσεως. ἀλλὰ τῆς νοήσεως, ὅπως μὴ ἀκούσωσι τῶν τὰς σοφὰς ἐπῳδὰς προφητικὰς καὶ ἀποστολικὰς προσφερόντων. Τούτων γὰρ ἕκαστος σοφός ἐστι φαρμακεύων, τουτέστι σκευάζων φάρμακον λογικὸν, ἀλεξοῦν τὴν τῆς ἀσπίδος ὁρμήν.