Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΞΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-42
Not analysed yet
Τοῦ αὐτοῦ. Τὸ, «ὑποταγήσεται (I), »ἐπεὶ ὁ Σωτὴρ λέγει, ἀναφέρεται εἰς τὸ, «τότε Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα. »Ὅτι δὲ τὸν Πατέρα λέγει, δῆλον ἐκ τοῦ, «Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει. »Ἅμα δὲ μανθάνομεν, ὅτι τὸ ὑποταγησόμενον ψυχή ἐστιν· ὅτι τὸ σωτήριον τῆς ψυχῆς ἡ αὐτοσωτηρία παρὰ Θεοῦ ἐστι, διὸ αὐτὸς ὁ Σωτήρ ἐστι τοῦ ταῦτα λέγοντος· καὶ οὐκ ἔστι σωτήριον ἀπό τινος λαβεῖν ὑποταγέντα ἢ ἀπὸ Θεοῦ. Διὸ Θεῷ ὑποτασσώμεθα, τῷ ἀντιλαμβανομένῳ τῶν αὐτῷ μόνῳ ὑποτασσομένων, καὶ σώζοντι αὐτοὺς, ὥστε διὰ τὴν πρὸς τὸν Θεὸν αὐτῶν ὑποταγὴν ἐπὶ πλεῖον ἑστηκέναι αὐτοὺς ὑπὸ μηδενὸς σαλευομένους. «Ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.» Ἤτοι ὅτι ἐσαλεύθη, ἐξ οὗ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ταῦτά φησιν, ὡς ὀλίγον σαλευθεὶς διὰ τὸν ὀλίγον ἐν σώματι χρόνον· εἴτουν περίλυπος γενόμενος τὴν ψυχὴν. ἤρξατο μόνον λυπεῖσθαι, καὶ τεταράχθαι ὀλίγον, λέγει τὸ, «Οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. »Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, ὡς οἱ ἐπὶ πλεῖον σαλευόμενοι.