Ancient Greek · ~2 min
1 to 2
Origen, Selecta in Psalmos [Dub.] 1-60-2
Not analysed yet
Εἱ, τὸ τέλος ὑπὲρ Ἰδιθοὺμ ψαλμὸς τῷ Δαυῒδ, κ. τ. ἑ. Ἰδιθοὺμ κριτοῦ (98) ἐρχομένου Δαυῖδ ἱκανοῦ χειρί. Ἔστι δὲ ὁ ψαλμὸς περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ αἰωνίου κριτοῦ ἐρχομένου, τοῦ ὄντος ἱκανοῦ χειρί. Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; κ. τ. ἑ. Πᾶς ὁ ὑποτασσόμενός (99) τινι τὰ αὐτὰ ἐκείνῳ φρονεῖ. Καὶ εἰ κατὰ τὸν Παῦλον πάντες ὑποταγησόμεθα τῷ Χριστῷ, πάντες τὰ αὐτὰ Χριστῷ φρονήσωμεν.