Ancient Greek · ~3 min
ΨΑΛΜΟΑ ΟΓ΄,
Origen, Selecta in Psalmos [Dub.] 3-47
Not analysed yet
Μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς, κ. τ. ἑ. Ζητήσεις ἀπὸ ποίας (91) ἀρχῆς ἐκτήσατο τὴν συναγωγὴν ἑαυτοῦ ὁ Θεὸς, καὶ τὸ πότερον προγνώσει, ἢ ἄλλως. Τὸ, «ἵνα τί »πρὸς Θεὸν λεγόμενον πευστικῶς, αἰτητικόν ἐστιν ἀποκρίσεως διδασκούσης τὴν αἰτίαν τῆς ἀπώσεως καὶ τῆς ὀργῆς· τὸ δὲ, «ὠργίσθης ἐπὶ πρόβατα, »διὰ ἱλασμὸν τοῦ ὀργιζομένου λέγεται· τοῖς γὰρ ὡς πρόβατα ἀνοήτοις συγγνώμην ἐπὶ τοῖς εἰς διάνοιαν ἡμαρτημένοις αἰτεῖ. Ἀλλὰ καὶ ἐπιλαθόμενος διὰ τὰ ἁμαρτήματα τῆς συναγωγῆς, μνήσθητι αὐτῆς γενομένης ἀπʼ ἀρχῆς κτήματος. Πῶς δὲ «ἀπʼ ἀρχῆς, »οὐκ ἐμφαίνεται, οὐδʼ ἂν ἐξ Αἰγύπτου νοῇς αὐτὴν κτῆσιν γεγονέναι Θεοῦ.