Ancient Greek · ~3 min
3 to 6
Origen, Selecta in Psalmos [Dub.] 3-55-6
Not analysed yet
Τοῦ ἀστοῦ. Τῶν μὲν ἐχόντων (59) τὸ πνεῦμα τῆς δουλείας εἰς φόβον, οἱ ὀφθαλμοὶ εἰς χεῖρας κυρίων καὶ εἰς χεῖρας κυρίας· τοῦ δὲ τὸ πνεῦμα τῆς υἱοθεσίας ἔχοντος, πρὸς Κύριον τὸν Θεόν. Ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, κ. τ. ἐ. Σύμμαχος (60) οὕτως· «Ὅτι πολὺν ἐχορτάσθημεν ἐξευτελισμόν. »Τοῦ αὐτοῦ. «Τὰ ἐξουδενωμένα (61) τοῦ κόσμου ἐξελέξατο ὁ Θεός· »διὸ δεῖ τοὺς ἐξουδενωμένους καθίζειν ἐν τῇ Ἐκκλησίᾳ. Καὶ ἔστι τοῦτο δυνάμενον παραμυθήσασθαι ἐξουδενωμένους. Ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν· τὸ ὅνειδος τοῖς εὐθηνοῦσι καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερησάνοις, κ. τ. ἑ. Ἰδοὺ οὗτοι (62) ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες. Ὁ δὲ Σύμμαχος οὕτως· «Πολλῶν ἐχορἰάσθη ἡ ψυχὴ ἡμῶν, ἐπιλαλούντων τῶν εὐθηνούντων, καὶ ἐξευτελιζόντων τῶν ὑπερηφάνων. »Ἀκύλας· «Πολλὰ ἐνεπλήσθη ἡ ψυχὴ ἡμῶν τοῦ μυχθισμοῦ τῶν ὀνειδιζόντων, τοῦ ἐξουθενισμοῦ τῶν ὑπερηφάνων. »