Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ε΄.
Origen, Selecta in Psalmos [Dub.] 3-6
Not analysed yet
Τό πρωΐ παραστήσομαί σοι, καὶ ἐπόψομαι· ὅτι ϲὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εῖ, οὐδὲ παροικήσει cοι πονηρευόμενος, οὐδέ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, κ. τ. ἑ. Ἅμα τῷ ἀνατεῖλαι (20) τὸν ἤλιον παραστήσομαί σοι, καὶ ἐν θεωρίᾳ ἔσομαι. «τοῦ μὴ εἶναί σε θέλοντα ἀνομίαν Θεὸν, μηδὲ παροικήσει σοι πονηρὸς, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. »Ὡς γὰρ οὐδὲ διαμένει νοσῶν ἐν ὀφθαλμοῖς τοῦ δυναμένου θεραπεῦσαι αὐτὸν ἰατροῦ, οὕτως οὐδὲ διαμενοῦσι παράνομοι ἐναντίον τῶν ὀφθαλμῶν τοῦ Θεοῦ.