Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ Ε΄.
Origen, Selecta in Psalmos [Dub.] 4-4
Not analysed yet
Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, κ. τ. ἑ. Τοὺς μὲν ἐν τῇ πολιτείᾳ (21) πταίοντας ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασε· τούτους δὲ μισεῖ ὁ Θεός· τοὺς δὲ ἀποπεσόντας τῆς ἀληθείας ἑτεροδόξους λαλοῦντας τὸ ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός. Καὶ τήρει διαφορὰν τοῦ «ἐμίσησας »καὶ «ἀπολεῖς· »πρῶτον μὲν εἰ χεῖρον τοῦ «ἀπολεῖς »τὸ «ἐμίσησας· »δεύτερον δὲ, διὰ τί τὸ μὲν εἰς τὸν παρεληλυθότα ἐνέκλινε χρόνον, τὸ δὲ εἰς τὸν μέλλοντα. «Ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, »οὐ τοὺς λαἀησαντας, ἀλλὰ τοὺς λαλοῦντας τὸ ψεῦδος. Εἰ δὲ τούτους ἀπόλλυσι Κύριος, πᾶς δὲ ἄνθρωπος ψεύστης, πάντας ἀπόλλυσιν ὁ Θεὸς, ἴνα, τὸ εἶναι ἄνθρωποι ἀποθέμενοι, γίνωνται θεοὶ, ἐπεὶ καὶ θεοὶ γεγονότες, καὶ υἱοὶ Ὑψίστου πάντες, γεγόνασιν ἄνθρωποι. Τοὺς ἑτεροδόξους οὖν ἀπολεῖ ὁ Θεὸς ἐν τῷ μέλλοντι αἰῶνι.