Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΡΑΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-60
Not analysed yet
Τοῦ αὐτοῦ. Θεὸς θεῶν (36) ἐστιν ἐκείνων τῶν πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, κατὰ τὴν Γραφὴν τὴν λέγουσαν· «Ἐγὼ εἶπα· Θεοί ἐστε· καὶ, Ἐγὼ Θεὸς Ἀβραὰμ, καὶ Θεὸς Ἰσαὰκ, καὶ Θεὸς Ἰακώβ· »δηλαδὴ κατὰ τὴν πολλὴν πρὸς αὐτοὺς ἀγάπην καὶ οἰκείωσιν. Τῶν δὲ δαιμόνων Θεός ἐστι κατὰ τὴν δημιουργίαν. Φησὶ δὲ καὶ ὁ Ἀπόστολος· Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· ἀλλὰ τοὺς λεγομένους μετὰ τὴν Τριάδα θεοὺς μετουσίᾳ θεότητος εἶναι τοιούτους· ὁ δὲ Σωτὴρ οὐ κατὰ μετουσίαν, ἀλλὰ κατʼ οὐσίαν ἐστὶ Θεός. Τὸ δὲ, «Ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, »ἐφυμνίας τρόπῳ ἐπιλέγεται. Ἐπεὶ γὰρ ἀεὶ ἐλεεῖ, εἰκότως οἱ ἐφυμνοῦντες λέγουσιν, «Ὅτι εἰς τὸν αἰῶνα, »καὶ τὰ ἐξῆς.