Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΑΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-59
Not analysed yet
Τῷ ποιήσαντι θαυμάσια μεγνάλα μόνῳ, κ. τ. ἑ. Δείκνυσιν αὐτὸν (37) διηνεκῶς εὐεργετοῦντα καὶ θαυματοποιοῦντα. Καὶ δύο ταῦτα αὐτοῦ τίθησι καὶ τρία καὶ τέσσαρα· ὅτι τε ποιεῖ, καὶ ὅτι θαύματα, καὶ δτι μεγάλα θαύματα, καὶ ὅτι μόνος ποιεῖ. Ταῦτα δὲ οὐ πρὸς ἀθέτησιν τοῦ παιδὸς, ἀλλὰ πρὸς ἀντιδιαστολὴν εἴρηται τῶν δαιμόνων. Καὶ τίνα ταῦτά ἐστι τὰ θαύματα ἂ μόνος ποιεῖ; Καίτοιγε ἀρχόμενος τοῦ ψαλμοῦ οὐ περὶ δυνάμεως ἔλεγεν, ἀλλὰ περὶ ἀγαθότητος. Πῶς οὖν νῦν εἰς τὸν περὶ δυνάμεως ἐμπίπτει λόγον ἐνταῦθα λοιπόν; Ὅτι οὐχὶ δυνάμεως μόνον, ἀλλὰ καὶ ἀγαθότητος καὶ φιλανθρωπίας ταῦτά ἐστι τὰ θαύματα.