Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ι´.
Origen, Selecta in Psalmos [Dub.] 3-9
Not analysed yet
Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὐτοῦ, κ. τ. ἑ. Πολλάκις ἁμαρτάνοντές τινες (80) εὐθηνοῦσιν ἐν τῷ κόσμῳ. Τοῦτο γὰρ ἔφη καὶ ὁ Ἀπόστολος· «Πονηροὶ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. »Καὶ ἐν ἑτέρῳ ψαλμῷ ᾄδεται· «Οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτους. »Ἐπαινοῦνται οὖν ὑπό τε ἑαυτῶν ἁμαρτωλοὶ καὶ ἄδικοι καὶ παρὰ τῶν κολάκων καὶ παρασίτων αὐτῶν, καὶ εὐλογούμενοι πλέον κινοῦνται εἰς ἁμαρτίαν.