Ancient Greek
4 to 5
Origen, Selecta in Psalmos [Dub.] 4-9-5
Not analysed yet
Κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει, κ. τ. ἑ. Τίς; πότερον ὁ Κύριος (81), ἢ ἁμαρτωλός; καὶ μήποτε ὁ ἁμαρτωλός. Οὐ γὰρ ἐκζητεῖ πέει ὀργῆς τοῦ Θεοῦ, οὐδʼ ὅτι πλῆθος ἁμαρτιῶν ἔχει. Διὸ καὶ κατὰ πλῆθος ἁμαρτάνει. Βεβηλοῦνται αἱ ὀδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ, κ. τ. ἑ. Ὁ μὲν δίκαιος (82) εὐλογεῖ τὸν Κύριον ἐν παντὶ καιρῷ· ὁ δὲ ἁμαρτωλὸς βεβηλοῖ τὰς ὁδοὺς αὐτοῦ ἐν παντὶ καιρῷ. «Βεβηλοῦνται δὲ, »ἀντὶ τοῦ,Τῆ κακίᾳ βυθίζονται.