Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΙΖ´.
Origen, Selecta in Psalmos [Dub.] 33
Not analysed yet
Ὁ Θεός μου, ἅμωμος ἡ ὀδὸς αὐτοῦ, τὰ λόγια Κυρίου πεπυρωμένα, ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπʼ αὐτόν, κ. τ. ἑ. Ἅμωμος ὀδὸς (91) ὁ Χριστός ἐστιν ὁ εἰπών· Ἐγώ εἰμι ἡ ὁδός. »Ἐπεὶ δὲ τὰ λόγια Κυρίου πεπυρωμένα ἐστὶν, οί ἀκούοντες αὐτῶν λέγουσιν· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν; »Καὶ «πνεύματι δὲ ζέουσι, καὶ ἀλλότριον Θεοῦ οὐ παραδέχονται πῦρ, ὅπερ ἐστὶν ἐν τοῖς βέλεσι τοῦ πονηροῦ. Ἀλλʼ ὁ εἰπών· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, »πεπυρωμένα εἶχε λόγια· διό φησι· Καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; «Τάχα δὲ ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ βαπτίζει Ἰησοῦς. ἀλλὰ τὸ πῦρ κατακαίει ξύλα, χόρτον, καλάμην.