Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΙΖ´.
Origen, Selecta in Psalmos [Dub.] 34
Not analysed yet
Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; καὶ τίν Θεὸ πλὴν τοῦ Θεοῦ ἡμῶν; Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν, καὶ ἔθετο ἄμωμον τὴν ὀδόν μου· ὁ καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου, καὶ ἐπὶ τὰ ὑψηλὰ ἰστῶν με, κ. τ. ἑ. Κατὰ τοῦτο τὸ σημαινόμενον (92), μόνος Θεός ἐστιν ἀληθιωὸς ὁ Θεὸς καὶ Πατὴρ, εἰ μὴ ἄρα τὸ τίς, ἐπὶ τοῦ σπανίου πολλάκις κείμενον, ἐπὶ τὸν Μονογενῆ ἀνοίσομεν. Καὶ νῦν μὲν ἡ ζώνη δύναμις, παρὰ δὲ Παύλῳ ἀλήθεια. Καταρτίζονται δὲ οἱ πόδες ὡς ἐλάφων, τοῦ τρέχοντος καλῶς, καὶ τὸν δρόμον πληροῦντος. «Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. »Ἴδιὰ τινα ὕψη ἐστὶν ἑκάστου, ἀφ ὧν κατέπεσεν, ἢ καταβέβηκε.