Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΖ´.
Origen, Selecta in Psalmos [Dub.] 36
Not analysed yet
Διδάσκων χεῖράς μου εἰς πόλεμον· καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου, κ. τ. ἑ. Ὁ χαλκὸς σύμβολόν ἐστι (94) πρακτικῆς. «Διέφθειρε γὰρ τὸν χαλκόν σου, »φησὶν Ἰεζεχιὴλ πρὸς τὴν Ἱερουσαλήμ. Ἐπειδὴ οὖν οἱ ἡμέτεροι βραχίονες πέμπουσι τὰ βέλη, φησὶν, ὅτι, Παρεσκεύασας τοὺς βραχίονάς μου τόξον, καὶ προστίθησι «χαλκοῦν, ἐμιφαίνων τὸ εὔτονον καὶ ἄθραυστον, καὶ λέγων ὅτι, Ἀήττητόν με πεποίηκας ἐν τοῖς κατὰ τῶν ἐχθρῶν ἀγῶσι.