Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΖ´.
Origen, Selecta in Psalmos [Dub.] 37
Not analysed yet
Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου· καὶ ὁ δεξιὰ σου ἀντελάβετό μου, καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, καὶ ἡ παιδεία σου αὐτή με διδάξει, κ. τ. ἑ. Ὁ ἐν δεξιᾷ καθήμενος (95) τοῦ Πατρὸς, οὗτος καλεῖται δεξιά. Καὶ διὰ μὲν τῆς προττέρας παιδείας «ἡμᾶς »ἀνορθοῖ, διὰ δὲ τῆς δευτέρας διδάσκει. Πολιτεία γὰρ ὀρθὴ ἀνίστησι ψυχὴν, γνῶσις δὲ ἀληθὴς πλατύνει αὐτήν. Δεξιὰ ὁ τὰ πάντα δημιουργήσας Υἱὸς, περὶ οὗ καὶ ἀλλαχοῦ εἴρηται· «Δεξιὰ Κυρίου ἐποίησε δύναμιν, δεξιὰ Κυρίου ὕψωσέ με. »