Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 39-2
Not analysed yet
Διελογισάμην τὰς ὀδούς σου, καὶ ἐπέοτρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, κ. τ. ἑ. Ὁ λέγει τοιοῦτόν ἐστιν· Οὐδέποτε προπετῶς ἐλάλησα, μὴ λογισάμενος πρῶτον, εἰ λαλητέον μοί ἐστιν, ἢ σιωπητέον. Οὐδέποτε προπετῶς τι ἔπραξα, μὴ λογισάμενος, εἰ καθήκουσά ἐστιν ἡ πρᾶξις· αἱ γὰρ ὁδοὶ ἡμῶν ἐν διαλογισμοῖς εἰσι καὶ ἐν πράξεσι. Φησὶν οὖν· Πάντα περιεσκεμμένως ἐποίησα, καὶ διὰ τοῦτο ἐπέστρεψα ὁδεύων τοὺς πόδας μου εἰς τὰ μαρτύριὰ σου, ἵνα μὴ ἔξωθεν τῶν μαρτυρίων τοῦ Θεοῦ ὁδεύω, πᾶσαν τὴν ἐμὴν γνώμην εἰς τὰς σὰς ἀναθεὶς ἐντολὰς.