Ancient Greek
ΨΑΛΜΟΣ ΠΙΗ'.
Origen, Selecta in Psalmos [Dub.] 38-2
Not analysed yet
Ἐδεήθην τοῦ προσώπου σου ἐν ὄλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου, κ. τ. ἑ. Πρόσωπον Θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὡς πολλάκις εἴρηται. Ὁ τοίνυν ὅλῃ τῆ καρδίᾳ ἐφιέμενος τοῦ Κυρίου, ὅπως καθαρᾷ αὐτῇ γενομένῃ θεωροίη αὐτὸν, καὶ ἐκ τοῦ ἀτενίζειν αὐτοῦ ἐλεηθῇ, κατὰ τὸν λόγον τῆς διδασκαλίας εἴποι ἂν τὰ συγκείμενα ῥητά. Ὅρα δὲ πηλίκος ἐστὶν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ Θεοῦ· Ἰησοῦς σε διδαξάτω λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.