Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΙΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-11
Not analysed yet
Μή ποτε εἴποι σ ἐχθρός μου· Ἵσχυσα πρός αὐτόν. Ὁσάκις ἁμαρτάνομεν, τοσαυτάκις λέγει τοῦτο ὁ ἐχθρός· «Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ. »Οἱ ἅγγελοι χαίρουσιν ἐπὶ τοῖς μετανοοῦσιν, οἱ δαίμονες ἐπὶ τοῖς ἁμαρτάνουσιν ἀγάλλονται. Οἱ μὲν γάρ τέ εἰσιν ἀρετῆς. οἱ δὲ κακίας ἐρασταί. Ἐν ἀγαλλιάσει ἔσονται καὶ εὐφροσύνῃ, ἐὰν μόνον ἴδωσί με τῆς εἰς σὲ ἐλπίδος ἐκπεπτωκότα καὶ ἀπελπίσαντα.