Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-23
Not analysed yet
Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων, καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω, κ. τ. ἑ. Συνέδριον ματαιότητος (3) πρεσβύτεροι αἱρετικοί· παρανομοῦντες λαϊκοὶ παράνομοι. Ἐκκλησία πονηρευομένων αἱρετικὴ σύνταξις, καὶ ἀσεβεῖς πρεσβύτεροι αἱρετικοί. Τούτοις, φησὶν, οὐ συνῆλθον, ἀλλʼ οὐδὲ τοῖς τὸν θεῖον παραβαίνουσι νόμον συνεφυρόμην. Μάλιστα δὲ πάντων ἀπεστρεφόμην τοὺς τὸ θεῖον ἐνυβρίζοντας σέβας ἐν Ἐκκλησίᾳ δῆθεν συγκροτουμένους· καὶ πρὸς τούτοις τὴν τῶν εἰδωλολατρούντων ἀσέβειαν, οἶς καὶ τὸ συγχρονίζειν ἡγούμην ἐπτισφαλές.