Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-43
Not analysed yet
Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρὸν, κ. τ. ἑ. Θεὸς μὲν (24) ἀγαθὸν κραταιοῖ λόγον, ἄνθρωπος δὲ πονηρόν. Διόπερ ὁ μὲν Θεὸς ἐκραταίωσε θείᾳ δυνάμει τὸν ἑαυτοῦ λόγον· ἄνθρωποι δὲ ἐαυτοῖς τῇ καλουμένῃ διαλεκτικῇ φιλοσοφίᾳ, καὶ κενῇ ἀπάτῃ διηγήσαντο τοῦ κρύψαι παγίδα, οἱ πιθανοῖς σοφίσμασι καὶ λόγοις ἀπατηλοῖς ἐπατῶντες, ἐν οἷς λανθάνον κεκρυμμένον ἐστὶ τὸ παγιδεύειν. Εἶπαν, Τίς ὄψεται αὐτούς; »Μέγα φρονοῦντες ὡς ἐπὶ δυσθεωρήτοις οἷς εὑρίσκειν νομίζουσι, κραταιοῦντες ἑαυτοῖς λόγον πονηρὸν, ἐξηρεύνησαν ἀνομίαν. Δέον τὸν νόμον ἐρευνᾷν, ϊνα ὁ ἐν αὐτῷ εὑρεθῇ πνευματικὸς νοῦς· οἱ δὲ ἔξω νόμου ζητοῦντες ἐξηρεύνησαν ἀνομίαν.