Ancient Greek · ~5 min
5 to 10
Origen, Selecta in Psalmos [Dub.] 5-39-10
Not analysed yet
Ἐξηρεύνησαν ἀνομ αν, ἐξέλιπον ἐξρευνῶντες ἐξερευνήσει, κ. τ. ἑ. Τοῦτο καὶ (25) οἱ τῆς ἀληθείας παραχαράκται ποιοῦσι. Δέον τὸν νόμον ἐρευνᾷν, ῖνα ἐν αὐτοῖς εὑρεθῇ πνευματικὸς νοῦς, οἱ δὲ ἔξω νόμου ζητοῦντες ἐξηρεύνησαν. Τὴν ἐπίτασιν ἐνταῦθα τῆς κακίας σημαίνει. Προσελεύσεται ἄνθρωπος, καὶ καρδίε βαθεῖα, κ. τ. ἑ. Καρδία βαθεῖά (26) ἐστιν ἡ θεωρήσασα τὸ βάθος τοῦ πλούτου καὶ τῆς γνώσεως τοῦ Θεοῦ. Βέλος νηπίων ἐγνενήθησαν, κ. τ. ἑ. Καὶ πάντες ἀπήγγελλον (27), ὅτι σὸν ἔργον τοῦτο, καὶ σοὶ τὰ γιγνόμενα ἐπέγραψαν, γνωρίσαντες ὡς οὐκ ἧν ἄλλου. Οὕτως αὐτοῖς πᾶσαν τὴν σπουδὴν εἰς τὸ μηδὲν περιτρέψαι ὁ θεῖος ἐθέλησεν ὀφθαλμός· τοὐναντίον δὲ καὶ τιμωρήσασθαι ᾑρετίσατο. Εὺφρανθήσεται δίκαιος ἐν τῷ Κυρἰῳ, καὶ ἐλπιεῖ ἐπʼ αὐτόν· καὶ ἐπαιμεθήσοντααι πάντες εὐθεῖς τῇ καρβίᾳ, κ. τ. ἑ. Εὐφραίνει ἄδικον (28) πλοῦτος φθαρτός· τὸν δὲ δίκαιον γνῶσις Θεοῦ. Τοῦ αὐτοῦ. Καρδίαν εὐθεῖαν (29) ἐπαινεῖ Κύριος· δφστραμμένην δὲ ψυχὴν ἀπώσεται ἀπʼ αὐτοῦ. Τοῦ αὐτοῦ. Εὐθεῖς τῇ καρδίᾳ (30) οἱ ἐξ ἐθνῶν πιστεύσαντες· οἱ δὲ αὐτοὶ καὶ δίκαιοι, ὡς τῇ πίστει δικαιωθέντες· εὐθεῖς δὲ, ὡς μηδέποτε τῇ παρὰ τοῦ Θεοῦ διδασκαλίᾳ τὴν πλάνην τῶν εἰδώλων προσμίξαντες, ὅπερ πολλάκις οἱ παῖδες τῶν Ἰουδαίων πεποιηκότες φαίνονται. Οὗτοι τοίνυν εὐφρανθήσονται ὡς νήψαντες, καὶ τὴν τῶν ῥᾳθυμησάντων κληρονομίαν κερδάναντες.