Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΞΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-44
Not analysed yet
Μακάριος, ὅν ἐξελέξω, κ. τ. ἑ. Εἰ μακάριος (34), ὃν ἐξελέξω καὶ προσελάβου· μακάριοι οὗν ὀλίγοι οἱ ἐκλεκτοί· ἀλλʼ οὐχ οἱ πολλοὶ μόνον κλητοί. Οἱ μὲν γᾶρ ὀλίγοι ἐκλεκτοὶ εὑρήσουσι τὴν αἰώνιον ζωὴν, ὁδεύσαντες στενὴν καὶ τεθλιμμένην ὀδὸν ἀπάγουσαν ἐπʼ αὐτήν· οἱ δὲ πολλοὶ μόνον κλητοὶ, τὴν ἀπάγουσαν ἐπὶ τὴν ἀπώλειαν καὶ εὐρύχωρον ὁδὸν διοδεύσαντες, οὐ κατασκηνώσουσιν ἐν ταἴς αὐλαῖς σου ἐν σοὶ, οὐδὲ πεφυτευμένοι ἐν τῷ οἴκῳ τοῦ Κυρίου ἐξανθήσουσιν. Αὗται δὲ αἱ πύλαι εἰσὶν αἱ πολλαὶ ἐν τῷ οἴκῳ τοῦ Πατρὸς μοναί. «Πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου. »Οἱ πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, πλησθέντες ἐν τοῖς ἀγαθοἴς αὐτοῦ, ἐξανθήσουσιν ἐν αἷς κατοικήσουσιν αὐλαῖς. «Ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ. »Ὁ Χριστὸς, ναὸς ὢν τοῦ Πατρὸς τοῦ ἐν αὐτῷ, καὶ ἅγιός ἐστι καὶ θαυμαστὸς ἐν δικαιοσύνῃ. Οὐχ ἁρμόζει δὲ τὸ δεύτερον ἐπὶ τοῦ αἰσθητοῦ λέγεσθαι ναοῦ. «Ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς, »καὶ τὰ ἑξῆς. Ὃ λέγων, μακρὰν τῆς θαλάσσης ὣν, προφητεύει περὶ τῶν ἐν θαλάσσῃ μακρὰν αὐτοῦ κυματουμένων, ἢ περὶ τῶν ἐν βαθυτάταις ὄντων περιστάσεσι, καὶ λεγόντων· «Ἧλθον εἰς τὰ βάθη τῆς θαλάσσης. »