Ancient Greek · ~4 min
1 to 3
Origen, Selecta in Psalmos [Dub.] 1-63-3
Not analysed yet
Σοὶ πρέπει ὕμνος, ό Θεὸς, ἐν Σιὼν, κ. τ. ἑ. «Ἐν Σιὼν (34), »τῇ ἐπουρανίῳ δηλαδὴ, τουτέστι τῷ νοητῷ σκοπευτηρίῳ· ἐν γὰρ αἰσθητοῖς οὐ πρόπει ὕμνος τῷ Θεῷ· διὸ οὐ ψαλοῦμεν σώματι ἢ γράμματι, ἀλλὰ πνεύματι, καὶ οὐκ αἰσθήσει, ἀλλὰ νοΐ. «Καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ἱερουσαλὴμ, »ἀπὸ κοινοῦ «ἐν Σιών· »εὐχὴ δὲ ὁποία ἐστὶν ἡ τοῦ Ναζωραίου. Εἰσάκουσον προσευχῆς μου, κ. τ. ἑ. «Εἰσάκουσον (32) προσευχῆς μου »ἐν Σιών· «Πρὸς σὲ »δὲ τὸν Θεὸν, ὅς πνεῦμα ποιεῖς, «πᾶσα σὰρξ ἥξει. »Μεταβαλεῖ γὰρ ἡ γενομένη σὰρξ δἰ ἁμαρτίαν ψυχὴ. καὶ ἕσται πνεῦμα. Λόγοι ἀνόμων ὑπερεδυνάμωσαν, κ. τ. ἑ. Λόγοι ἀνόμων (33) ἐγγενόμενοι ἡμῖν ὑπερεδυνάμωσαν ἡμᾶς, δἰ οὓς γεγόναμεν σάρκες. «Καὶ ταῖς ἀσεβείαις ἡμῶν σὺ ἱλάσῃ. »Σοῦ ἱλασκομένου ταῖς ἀσεβείαις ἡμῶν, τῶν ὑπὸ λόγων ἀνόμων ὑπερδυναμωθέντων, καὶ γενομένων σαρκῶν, ὡς ἥκειν ἡμᾶς πρὸς σὲ τοὺς γενομένους σάρκας, πιστεύομεν ὅτι «πρὸς σὲ πᾶσα σὰρξ ἥξει. »