Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-46
Not analysed yet
Τοῦ αὐτοῦ. Οὐ πῦρ ὡς ἄγγελοι (76), οὐδὲ φῶς ὡς οἱ δίκαιοι, ἀλλʼ ὡς καπνός εἰσιν οἱ μισοῦντες, καπνὸς ὁ βλαβερὸς ὄμμασιν. ι Ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, »καὶ τὰ ἐξῆς. Ὥσπερ σῖτος μὲν οἱ δίκαιοι, ἄχυρον δὲ οἱ ἄδικοι· οὕτω μέλι μὲν οἱ σοφοὶ, κηρὸς δὲ οἱ ἑτερόδοξοι, ὅς καὶ τήκεται ὑπὸ τοῦ ἐν τῷ δικαίῳ πυρὸς καθαιροῦντος τὸ σύστημα τῶν ἐναντίων τῷ ἀληθεῖ λόγῳ. Τὸ δὲ πῦρ τοῦτο ὁ Θεός ἐστι· τὸ δὲ αὐτὸ πρόσωπον τοῦ Θεοῦ τήκει μὲν ἁμαρτωλοὺς, δικαίους δὲ εὐφραίνει.