Ancient Greek · ~2 min
5 to 6
Origen, Selecta in Psalmos [Dub.] 5-42-6
Not analysed yet
Τοῦ αὐτοῦ. Τοῦτον τὸν καπνὸν (77) ἀποδιώκει τὸ πῦρ ἧλθεν ὁ Κύριος βαλεῖν ἐπὶ τὴν γῆν. Καὶ οἱ δίκαιιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ, κ. τ. ἑ. Ἡ τῶν δικαίων (78) ἐνώπιον τοῦ Θεοῦ ἀγαλλίασις, χαρά τις οὗσα, καρπός ἐστι τοῦ πνεύματος· καρπὸς γάρ ἐστι τοῦ πνεύματος χαρὰ, εἰρήνη. Εὐφροσύνη δὲ, ἡ διαχέουσα τῆς ψυχῆς τὸ φρονοῦν, εὐπάθεια.