Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-52
Not analysed yet
Τοῦ αὐτοῦ. Ἐφʼ ὅσον ἄνθρωπός τις ἐστὶ, ψεύστης ἐστίν· ἐὰν δὲ ἀπόθηται τὸ εἶναι ἄνθρωπος, ἀληθευτής ἐστι. Τὸ γὰρ «ἄνθρωπος »ὄνομα ποτὲ μὲν οὐσίαν δηλοῖ, ὡς τό· «Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι· »ποτὲ δὲ χειρίστην κατάστασιν, κατὰ τό· «Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε. »Τὸ μὲν γὰρ οὐσίαν, τὸ δὲ κακίστην ἕξιν δηλοῖ.