Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΡΙΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-48
Not analysed yet
Τί ἀνταποδώσω τῷ Κυρίω, κ. τ. ἑ. Ὡς μέγα οὖν ἐν τούτοις ἀπὸ Κυρίου εὐεργετηθεὶς, καὶ βουλόμενος ἀμείψασθαι τὸν εὐεργέτην, ἀπορῶν περὶ τοῦ τρόπου τῆς ἀμοιβῆς φησι· Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; »Εἰς αἴσθησιν γὰρ ἐλθὼν τῶν μυρίων παρὰ Θεοῦ δωρεῶν· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθη· ὅτι ἀπὸ γῆς διαπλασθεὶς, λόγῳ τετίμηται, ἐν ᾧ καὶ τὴν εἰκόνα φορεῖν δύναται τοῦ ἐπουρανίου· ἔπειτα καὶ πρὸς τὴν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων οἰκονομίαν ἀπιδὼν, ὅτι ἑαυτὸν ὁ Κύριος ἔδωκε λύτρον ἀντὶ πολλῶν ἡμῶν, ἐπαπορεῖ, καὶ ζητεῖ ἐν πᾶσι τούτοις τοῖς ὑπάρχουσιν αὐτῷ, τί ἄξιον ἐξεύροι δῶρον τῷ Δεσπότῃ· οὐ θυσίας, οὐδὲ ὁλοκαυτώσεις, ἀλλʼ αὐτὴν πᾶσαν τὴν ἑαυτοῦ ζωήν.