Ancient Greek · ~3 min
4 to 7
Origen, Selecta in Psalmos [Dub.] 4-53-7
Not analysed yet
Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, κ τ. ἑ. Ὁ τὴν στενὴν καὶ τεθλιμμένην ὁδεύων ἐκ θλίψεως ἐπικαλεῖται τὸν Κύριον· ὁ δὲ τὴν πλατεῖαν οὐδὲ ἐπικαλεῖται «Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. »Οὐ φοβηθήσομαι τί κοιήσει μοι ἄνθρωπος, κ. τ ἐ. Ἄνθρωπον λέγει ἡ Γραφὴ τὸν διάβολον, ὠς τὸ, «Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησε· »τὴν τῶν ζιζανίων σποράν. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόρματι Κυρίου ἡμυνάμην αὐτοὺς, κ. τ. ἑ. Τῶν δαιμόνων οἱ μὲν ὡς πρακτικὸν, οἱ δὲ ὡς θεωρητικὸν ἐπολέμουν αὐτόν· καὶ τοὺς μὲν προτέρους τῇ δικαιοσύνῃ, τοὺς δὲ δευτέρους τῇ σοφίᾳ ἠμύνατο. Τοῦ αὐτοῦ. Χριστῷ μᾶλλον ὑπὸ πάντων ἐθνῶν πολεμουμένῳ ἁρμόζει ταῦτα λέγειν. Πολλά ἐστι δογμάτων εἴδη ἅτινα ὁ ἅγιος τῇ σοφίᾳ τοῦ Θεοῦ ἀμύνεται, ἀνατρέπων ὑγιεῖ λόγῳ.