Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 8-29
Not analysed yet
Ἐκύκλωσάν με ὡσεὶ μάλισσαι, κ. τ. ἑ. Ποιεῖ τι γλυκὺ ἕκαστον τῶν δογμάτων τῶν ἐθνῶν, γλυκάζον καὶ τέρπον τὸν ἀκροατήν· διόπερ οἱ πρεσβσύονπαις αὐτὰ ὡς μέλισσαί εἰσιν, ἀλλʼ οὐ μέλίσαι. Καὶ κατὰ τὸν Σολομῶντα δὲ «μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· »ἥτις ἐστὶ ψευδώνυμος γνῶσις. Ὁ κολλώμενος πρὸς αὐτὴν ἓν σῶμά ἐστιν αὐτῇ, ὡς ὁ τῷ Κυρίῳ καὶ ἀληθεῖ Λόγῳ ἓν πνεῦμα.