Ancient Greek
4 to 7
Origen, Selecta in Psalmos [Dub.] 4-62-7
Not analysed yet
Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου, κ. τ. ἑ. Ὁ ἀπολέσας (73) τὴν φυγὴν ταύτην οὐ δύναται εἰπεῖν· «Ἐν θλίψει ἐπλάτυνάς μοι. »Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου. μερίς μου εἶ ἐν γῇ ζώντων, κ. τ. ἑ. Εἰ ὁ Κύριος (74) ἡμῶν σοφία ἐστὶ, καὶ μερὶς δὲ τῶν ζώντων αὐτός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, καθʼ ἢν καὶ χρηματίζουσι ζῶντες, ἥτις ἐστὶν ὁ Χριστός. Ῥῦσαί με ἐκ τῶν καταδιωπόντων με, κ. τ. ἑ. Πειρασμοὶ (75) συνεχεῖς καταδιώκουσι τὸν νοῦν ἀπὸ γνώσεως. Ἐξάγαγε ἐκ φυλακῆς τὸν ψυχήν μου. κ. τ. ἑ. Οὐ πάντων (76) ἐστὶ τὸ λέγειν· «Ἔκβαλε ἐκ φυλακῆς τὴν ψυχήν μου, »εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου ἐπιβαλεῖν τῇ θεωρίᾳ τῶν γεγονότων.