Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΜΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-63
Not analysed yet
Εν ὀδῷ ταύτῃ ῇ ἐπορευόμην ἔκρυψαν παγίδα κ. τ. ἑ. Πάσαις οἱ ἐχθροὶ (72) ἡμῶν ἐπιβουλεύταῖς ἀρεταῖς· καὶ ἐν μὲν τῇ ἀνδρείᾳ κρύπτουσι τῆς δειλίας παγίδα, καὶ ἐν τῇ πραότητι ἐμβάλσι τὴν θρασύτητα, καὶ ἐν τῇ ἐλεημοσύνῃ τὸ μὴ τὸν Θεὸν, ἀλλὰ διὰ τοὺς ὁρῶντας ἐλεεῖν· καὶ ἐν τῇ νηστείᾳ, τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Καὶ ταῦτα μὲν ἐπὶ τῆς πρακτικῆς· τί δʼ ἄν τις εἴποι καὶ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τῶν αἱρέσεων τοῖς ὀρθοδόξοις δόγμασι;