Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ IΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-12
Not analysed yet
Ὅς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, οὐδὲ ἐποίησε τῷ πλησίον αὐτοῦ κακὸν, κ. τ. ἑ. Ὡς καὶ οἱ διάκονοι (25) τοῦ Σατανᾶ, ὅτε μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης. «Καὶ οὐκ ἐποίησε τῷ πλησίον αὐτοῦ κακόν. »Ἐὰν μὴ πάντες ἅνθρωποι ὦσι πλησίον, οὐκ ἀπαγορεύει ἡ λέξις ποιεῖν τοῖς μὴ πλησίον κακόν. Τὸ δʼ ὅμοιον καὶ ἐπὶ τοῦ, Ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ, καὶ οὐκ ἀθετῶν. Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἕγγιστα αὐτοῦ. »Ὁ ἀνεπιλή πτως βιοὺς ὀνειδισμοὺς οὐ λαμβάνει ἐπὶ τοὺς ἕγγιστα αὐτοῦ· ὁ ἐν συμφορᾷ τοῦ πλησίον μὴ ἐπικερτομήσας, μηδὲ ἐπιχαρεὶς πτώματι ἀλλοτρίῳ, ἀλλὰ συναλγῶν· ἥ ὁ μὴ ὀνειδίσας τὸν ἕγγιστα, ὡς ὁ Φαρισαῖος τὸν τελώνην, ἢ ὁ μὴ ὀνειδισθεὶς ἐπὶ τοῖς ἔγγιστα, ὡς ὁ Ἠλεὶ ἐπὶ τοῖς τέκνοις, ἢ καὶ ἁπλῶς ὁ ἀνεπιλήπτως βιούς.