Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΙΕ΄
Origen, Selecta in Psalmos [Dub.] 1-16
Not analysed yet
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤ λπισα. Εἶπα τῷ Κυρίῳ Κύρι ύςμου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις, κ. τ. ἑ. Ὡς πολεμίων (26) ἐπικειμένων λέγει· «Φύλαξόν με. »Ἰησοῦς δὲ ἐν τῷ προφήτῃ λέγει· Ὁ ἐπὶ τῷ Κυρίῳ ἐλπίζων καὶ ἐπὶ μηδενὶ ἄλλῳ, φυλάσσεται ὑπʼ αὐτοῦ. Οὐδεὶς δὲ ἁμαρτάνων δύναται ἐπαληθεῦσαι τῇ φωνῇ. Δοῦλος γὰρ ὤν ἧς ποιεῖ ἁμαρτίας, οὐ δύναται δουλεύειν Θεῷ. Ὅ δὲ τῷ πραττικῷ καὶ θεωρητῷ βίῳ στήσας στήλην βοᾷ· «Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σύ· »καὶ ἐκ τῶν σῶν δομάτων προσάγω σοι δῶρα, οὐχ ὡς ἐνδεεῖ. Οὐδεὶς γὰρ τῶν αἱρετικῶν τοῦτο λέγων ἀληθεύσει. Οὐ μόνον δὲ ἐπὶ τῶν αἰσθητῶς προσαγομένων, ἀλλὰ καὶ πνευματικῶς, προσενεκτέα ἡ φωνή. Κἅν γὰρ ἀρετὰς ἱερουργῶμεν· κἂν τὰ ἑαυτῶν σώματα διὰ παντελοῦς σωφροσύνης, ἴσμεν, ὅτι δέχεται τοῦτο ὁ Θεὸς οὐκ εἰς ἰδίαν ὠφέλειαν, ἀλλʼ ὅπως ἡμῖν δῷ τὰ ἐξ οὐρανοῦ ἀγαθὰ αἰτοῦσιν αὐτά.