Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΙΕ΄
Origen, Selecta in Psalmos [Dub.] 5-13
Not analysed yet
Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ κοτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν· τὴν κληρονομίαν μου ἐμοὶ, κ. τ. ἑ. Κληρονομία φύσεως (30) λογικῆς ἐστιν ἡ θεωρία τῶν γεγονότων καὶ τῶν γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἡ γνῶσις τοῦ Θεοῦ. Ὡς ἀρχιερεὺς ταῦτά φησιν ὁ Χριστὸς, οὗ μερὶς Κύριος. Εἰ μερὶς ποτηρίου Κύριος, ἢ οὗτινος ὁ Κύριος, Χριστοῦ μερὶς μὲν τῆς κληρονομίας ὁ Πατὴρ, ἡ μείνασα αὐτῷ· λοιπὸν δὲ τῆς κληρονομίας ὁ ἀποκαθιστάμενος αὐτῷ λαὸς ἀπὸ τοῦ Θεοῦ. Δύναται δὲ περὶ τοῦ Πατρὸς ἀμφότερα λέγεσθαι, καὶ τὸ εἶναι αὐτὸν ἀποκαθιστάντα κληρονομίαν ἑαυτῷ μετὰ τὴν κένωσιν. Ἤ· ῾Υπερβὰς διαθέσει τὸν κόσμον, τίνα σχῇς μερίδα πλὴν τοῦ Κυρίου; Τοῦ γὰρ πᾶσιν ἀποτασσομένου τὸ λέγειν· «Μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. »Γίνεται δὲ καὶ ἅρτος ὁ Κύριος, παρέχων διδασκαλίαν, καὶ στηρίζων τοῦ ἐσθίοντος τὴν καρδίαν· ποτήριον δὲ κατὰ θεωρίαν τῆς ἀληθείας, παρέχον εὐφροσύνην τῆς γνώσεως τῷ διὰ συγκαταθέσεως πίνοντι. Χορηγεῖ δὲ τοῦτο ἄμπελος ἡ ἀληθινὴ, ὡς τὸν πιόντα λέγειν χαριστηρίως· «Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. »