Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΙΕ΄
Origen, Selecta in Psalmos [Dub.] 4-14
Not analysed yet
Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων· οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου, κ. τ. ἑ. Ἄντικρυς μείζονος (29) παρὰ τοὺς πολλοὺς αἱ φωναὶ, καὶ οὐκ ἄλλου ἥ Χριστοῦ· οὗτος γὰρ συνάγων οὐ συνάγει ἐξ αἱμάτων συναγωγὰς, οὐδὲ μέμνηται ὀνομάτων ἔτι ἐξ αὶμάτων. Ἤ οὕτως· Οὐχ ὡς Ἔλληνες καὶ οἱ Ἰουδαῖοι, κἀγὼ σπείσω τὰς σπονδὰς ἐξ αἱμάτων. Οὕτω γὰρ ἕτερος ἡρμήνευσεν· «Οὐ σπείσω τὰς σπονδὰς αὐτῶν ἐξ αἱμάτων, »ἀλλὰ παραδώσω καινὰ μυστήρια πᾶσι καὶ θυσίαν ἀναίμακτον· ἀλλʼ οὐδὲ μνησθήσομαι τῶν παλαιῶν ὀνομάτων αὐτῶν· ἐλέγοντο γὰρ βέβηλοι καὶ εἰδωλοθύται· ἀλλὰ δώσω αὐτοῖς ἀκούειν οἱ εὐσεβεῖς καὶ ἅγιοι. Ἤ καὶ οὕτως· Οὐ καθάπαξ λέγει μὴ συνάξειν τὰς συναγωγὰς αὐτῶν, ἀλλ᾿ ἐξ αἱμάτων. οὐδὲ μὴ μνησθῆναι τῶν ὀνομάτων αὐτῶν ἀπολελυμένως. ἀλλʼ ἥ« διὰ χειλέων.» Μήποτʼ οδν ἐπεί εἰσί τινες συνἀγοντες συναγωγὰς ἐξ αἱμάτων ἐκχέοντες αὐτὰ διὰ τοῦ βλάπτειν τοὺς συναγομένους, αὐτὸς ὠφελῶν, μᾶλλον δὲ ζωοποιῶν τοὺς προκαλουμένους, οὐκ ἐξ αἱμάτων, ἀλλʼ ἐκ τῆς ἀθανασίας συνάγει αὐτοὺς, τῶν προσηγοριῶν αὐτῶν μεμνημένος οὐκ ἐξ ἐπιπολῆς, ἀλλʼ ἐκ διαθέσεως βάθος ἐχούσης, καὶ οὐ προφορᾷ. ἀλλὰ βαθείᾳ νοήσει. Ἥ· Εἰ καὶ πολλοὶ ἀπεκτάνθησαν ἅγιοι, ἀλλὰ οὐκ ἐν τούτων τοῖς αἵμασιν αἱ συναγωγαὶ, ἀλλὰ τῷ ἐνὶ Χριστοῦ τοῦ ἀμνοῦ.