Ancient Greek · ~2 min
5 to 6
Origen, Selecta in Psalmos [Dub.] 5-14-6
Not analysed yet
Tοῦ αὐτοῦ. Νύκτα τὴν θλίψιν (42) λέγει, ἐν ᾗ σκοτίζεται ἡ ψυχή. Δοκιμάζεταί τις γενναίως ὑπομένων τὰ δυσχερῆ. Νύκτα δὲ ὠνόμασε τὰ δυσχερῆ διὰ τὸ ἐξ ἀθυμίας σκότος. Ἤ νυκτὸς ἐμνήσθη, ἐπειδὴ ἐν νυκτὶ καθεύδοντα ἑλὼν ὑποχείριον τὸν Σαοὺλ περιέσωσεν, οὐ μόνον αὐτὸς οὐκ ἀνελὼν, ἀλλὰ καὶ τοὺς ἀνελεῖν βουλομένους κωλύσας. Tοῦ αὐτοῦ. «Εἰσέλθετε διὰ τῆς στενῆς (43) πύλης καὶ τεθλιμμένης ὁδοῦ »τουτέστι τῆς πραττικῆς, ἥτις, εἰ καὶ νῦν ὀδύνης καὶ οὐ χαρᾶς, ἀλλʼ ὕστερον καρπῶν δικαιοσύνης γίνεται πρόξενος τοῖς διʼ αὐτῆς γεγυμνασμένοις.