Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΙϚ´
Origen, Selecta in Psalmos [Dub.] 7-10
Not analysed yet
Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός. Κλῖνον τὸ σὖς σου ἐμοῖ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ, κ. τ. ἑ. Ὡσπερ ἐπακουσθέντες (44) πρὶν εὔξασθαι εὐχόμενοι κεκράγαμεν. Ἤ εἰ καλὸν τὸ κεκραγέναι μὴ μικρὰ καὶ εὐκαταφρόνητα λέγειν, ἀλλὰ μεγάλα εὐξάμενοι καὶ ἐπιτυχόντες, κεκράγαμεν ὅτε οὕτω κεκράγαμεν. Πολλοὶ δὲ ἕλεοι γίνονται Θεοῦ, διὰ τὸ ἀκολουθίᾳ τινὶ ἀνθρωπίνῃ συμβαίνειν, οὐ θαυμαστούμενοι ὑπὸ τοῦ ποιοῦντος αὐτούς. Ὀλίγοι δέ εἰσιν οἱ θαυμαστούμενοι. ὅτε ἐκ τοῦ παραδόξου καὶ τεραστίως γίνονται· οἷον ἔστωσαν οἱ ἐλεούμενοι, οἱ πυρετῶν καὶ λέπρας ἐλευθερούμενοι. Οὗτοι δὲ εἰ μὲν ὁδῷ ἰατρικῆς θεραπεύοιντο, ἐλεήθησαν μὲν ὑπὸ Θεοῦ, οὐ μὲν θαυμαστοῦντος τοὺς ὲλέους ἑαυτοῦ αὐτοῖς· εἰ δὲ μεθʼ ἁφῆς Ἰησοῦ ἐπιτιμῶντὸς τῷ πυρετῷ (ὡς παραχρῆμα δύνασθαι ἀποδιδόναι ὑγιαινόντων καὶ εὐεκτούντων ἐνεργείας), ἢ ἁπτομένου καὶ λέγοντος· «Θέλω, καθαρίσθητι, »ἀπαλλάττοιντο τῆς λέπρας, ὡς θαυμαστοῦντος τοῦ Θεοῦ τοὺς ἑαυτοῦ ἐλέους ἐπὶ τοὺς τοιούτους.