Ancient Greek
5 to 7
Origen, Selecta in Psalmos [Dub.] 5-16-7
Not analysed yet
Ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας, κ. τ. ἑ. Ἐνὼς ἤλπισεν (54) ἐπικαλεῖσθαι τὸν Θεὸν, ἀλλʼ οὐκ ἀπὸ μαστῶν τῆς μητρός· ὁ δὲ Χριστὸς πρὶν ἢ γνωσθῆναι ἀγαθὸν ἢ κακὸν, ἐξελέξατο τὸ ἀγαθόν· ὥστε καλῶς οὗτος; λέγεται ἠλπικέναι ἀπὸ μαστῶν τῆς μητρός. «Οὐκ ἔστι γὰρ, φησὶν, ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐχ ἁμαρτήσει. »Ἀπὸ γαστρός μηερός μου Θεός μου εἶ σὺ, κ. τ. ἑ ἐπεὶ ἅμα (55) τῷ γεννηθῆναι ηῦχετο, τάχα καὶ πρὶν γεννηθῆναι· ἦν γὰρ συνετώτερος Ἰωνᾶ ἐν κοιλίᾳ κήτους εὐχομένου. Μὴ ἀποστῇς ἀπʼ ἐμοῦ, ὅτι Θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν, κ. τ. ἑ. Τάχα τὸ, «θλίψις (56) ἐγγὺς, »ἔλεγεν ἐπὶ τοῦ σταυροῦ κρεμάμενος, ἀναφέ ρων ἐπὶ τὰς ἐν ᾄδου πρὸς τὰς ἐκεῖ δυνάμεις περιστάσεις. Λέγει δὲ ταῦτα, οἱονεὶ οὐδενὸς τῶν ἀγγέλων αὐτῷ βοηθοῦντος. Οὐ γὰρ ἐτόλμησέ τις αὐτῶν ἕως ἐκεῖ συγκατσβῆναι.