Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 8-12
Not analysed yet
Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίυνες περιέσοχν με, κ. τ. ἑ. Ἀνάγοις δὲ ταῦτα (57) καὶ ἐπὶ τοὺς νοητοὺς δαίμονας, καὶ μόσχους νοήσεις τὰς ἐνεργούσας γήῖνα πονηρὰς δυνάμεις, διὰ τὸ γεωπόνον εἶναι τὸ ζῶον· ταύρους δὲ πίονας διὰ τὸ πολυμαθὲς τῆς κακίας τὰς τῶν ἀπατηλῶν ῥημάτων προϊσταμένας δυνάμεις καὶ διʼ αὐτῶν τοὺς ἀνθρώπους κερατιζούσας· λέοντα δὲ τὸν διάβολον ὠρυόμενον καθʼ ἡμῶν, καὶ πολλοὺς καθαρπάζοντα, ἀφʼ οὖ λέοντος ἐξέσπασεν ὁ ποιμὴν ὁ καλὸς δύο σκέλη καὶ λοβὸν ὠτίου, διὰ παρακοῆς μὲν καταπίνοντος τὸ ὧς τῆς ψυχῆς τοῦ ἀνθρώπου, διὰ δὲ τῶν σκελῶν τὴν πορείαν αὐτῆς.