Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-18
Not analysed yet
Πρὸς τὴν ἐρώτησιν (81) ἀποκρίνεται, πρακτικόν τ̣? τοῦτον εἶναι καὶ θεωρητικόν. Ἀλλὰ καὶ πολλοὶ τὰς μὲν πράξεις ἔχουσι καθαρὰς, διʼ ἔπαινον δὲ ἀνθρώπων τοῦτο ποιοῦντες, οὐκ εἰσὶ καθαροὶ τῇ καρδίᾳ. Ματαία δὲ ψυχὴ ἡ λογικὴ μὲν οὖσα, τὸ δὲ βλαβεὸν οὐ φεύγουσα, καὶ τὸ ἀγαθὸν αἱρουμένη. Ὁ δὲ τὸ «ναὶ, »καὶ «οὒ, »φυλάττων ἄνευ δόλου ποιεῖται τὸν ὅρκον, ἆθλον ἔχων εὐλογίαν, καὶ σώσει τοῦτον ὁ θεὸς ἐλέῳ καὶ χάριτι. Ὁποῖος γάρ ποτε ἂν ᾗ ὁ ἄνθρωπος. ἐλέου χρήζει τοῦ ἀπὸ Θεοῦ.