Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-15
Not analysed yet
Τοῦ αὐτοῦ. Ἰούδας ἀνέβη (82) μὲν εἰς τὸ ὄρος Κυρίου, οὐκ ἔστη δὲ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· οὐ γὰρ ἦν ἀθῶος χερσὶν, οὐδὲ καθαρὸς τῇ καρδίᾳ, ἀλλὰ κλέπτης ὢν τὰ βαλλόμενα βαστάζων. Τοῦ αὐτοῦ. Ἀλλʼ ἐπεί τινες (85) τὰς μὲν πράξεις ἔχουσι καθαρὰς, οὐκ εἰσὶ δὲ καθαροὶ τῇ καρδίᾳ. προσέθηκε τὸ, «καθαρὸς τῇ καρδίᾳ. »Δεῖ γὰρ τὸν ἐν πράξεσι κατορθοῦντα καὶ καθαρὸν ἐν τῇ γνώσει τυγχάνειν.