Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΚΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-19
Not analysed yet
Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὀδῷ. Ὁδηγήσει πραεις ἐν κρίσει, διδάξει πραεῖς ὀδοὺς αὐτοῦ, κ. τ. ἑ. «Δικαίῳ γὰρ (95) νόμος οὐ κεῖται. »Διὰ γὰρ ταύτην, φησὶ, τὴν αἰτίαν, ἐπειδὴ πρόσεστιν αὐτῷ καὶ τὸ δίκαιον, νομοθετεῖ ἁμαρτάνουσιν ἐν ὁδῷ, τουτέστιν ὑποστρέφει τοὺς ἁμαρτάνοντας εἶναι εἰς εὐσέβειαν, καὶ περὶ μὲν τοὺς ἁμαρτάνοντας, φησὶν, ἐπιδείκνυται τὸ δίκαιον, περὶ δὲ τοὺς ἄλλους τὴν χρηστότητα, ὅθεν ἐπιφέρει· «Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδσξει πραεῖς ὁδοὺς αὐτοῦ. »