Ancient Greek · ~1 min
ΨΑΛΜΟΣ ΚΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 4-22
Not analysed yet
Κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύρε, κ. τ. ἑ. Ἀνθρωποι μὲν (94) μνημονεύοντές τινων, τὰς τῶν προεγνωσμένων φαντασίας ἀνακινοῦσιν ἐν ἑαυτοῖς· Θεὸς δὲ μνημονεύων λογικῆς φύσεως, ἐν αὐτῇ γίνεται. Τούτου γὰρ λέγετων. μεμνῆσθαι ἐν ᾧ χωρεῖ. Χωρεῖ δὲ πρότερον μὲν διὰ τῆς τῶν γεγονότων θεωρίας, ἔπειτα δὲ καὶ διὰ της γνώσεως τῆς ἑαυτοῦ.