Ancient Greek · ~7 min
ΨΑΛΜΟΣ ΚΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-22
Not analysed yet
Τοῦ αὐτοῦ. Τίς χρεία ταῦτα λέγεσθαι (26); ἤτοι ἀρ ποιεῖς τὴν ἀνομίαν, καὶ συναπολλύει σε, καὶ μάην λέγεις ταῦτα πρὸς Θεόν· ἢ οὐδὲν ποιεἳς ἄνομον, αἱ οὐκ ἀπολλύει ὁ Θεός. Ὁ Θεὸς γὰρ οὐχ οὕτως ἄδιός ἐστι. Τολμῶμεν οὖν ἀπὸ τοῦ Εὐαγγελίου, καὶ λέγομεν, ὅτι ὁ Θεὸς συνέλκει τὸν δίκαιον μετὰ ἁμαρτωλῶν, συνέλκει τὸν δίκαιον διὰ τοὺς ἀμαρταλοὺς. καὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἵνα σωθῶπππν. Οἱ δὲ μὴ εἰδότες τοῦτο τὸ μυστήριον ἐνεκάλουν τῷ Ἰησοῦ, λέγοντες· «Ἐσθίεις καὶ πίνεις μετὰ τῶν ἁμαρτωλῶν. »Αὐτὸς δὲ μακρὰν ἦν τῆς ἀπʼ αὐτῶν βλάβτε. πρὸς τὸ καὶ ὠφελεῖν αὐτούς. Οὕτω καὶ εἴτις Χρισππῦ μιμητὴς τοῦτο ποιεῖ. Ἐὰν μέντοιγέ τις μὴ παρεσκευασμένος ἦ. μηδὲ δύναμιν ἕχων, ἐμβάλληται εἰς τοσοῦτον κίνδυνον, ὥστε γενέσθαι μετὰ ἀμαρτων καὶ τῶνἐργαζομένων τὴν ἀνομίαν, οὕτε ἐκείνους ὡςελήσει, καὶ ἑαυτὸν προσαπολέσει. Τοιγαροῦν καὶ ἐν θάδε ὁ προφήτης παρασκευάζειν ἑαυτὸν βούλεται. ὥστε δύνασθαι μὲν εἶναι μετὰ ἁμαρτωλῶν καὶ ἐργαζομένων ἀνομίαν, μὴ συνελκυσθῆναι δὲ αὐτοῖς. Ἰπως δὲ καὶ τοὺς τὰ ἀνίατα ἁμαρτάνοντας παραιτεῖται, τοῦτο λέγων. Καὶ γὰρ προσέθηκε· «Τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν καρδίαις αὐτῶν. »Σφόδρα γὰρ ἀσεβεῖς, ὅτι οὕτε ὡς φίλοι διάκεινται, οὕτε ὡς ἐχθροὶ λαλοῦσιν, ἀλλʼ ἔχουσι μὲν τὴν ἔχθραν ἐν ἑαυτοῖς, λόγοις δὲ εἰρηνικοῖς ὑποκρίνονταιφιλίαν. Τῶν δὲ τοιούτων ἀνθρώπων μιαρώτερον οὐκ ἕστι. Τοὺς οὖν τοιούτους ὁ δίκαιος παραιτεῖται. Ὁρᾶτε γὰρ ὡς καὶ ὁ Σωτὴρ ἡμῶν μετὰ ἁμαρτωλῶν ἐγένετο καὶ μετὰ πόρνης, οὐ μέντοι λαλούσης μὲν εἰρηνικὰ, κακὰ δὲ ἐχούσης ἐν τῇ καρδίᾳ ἑαυτῆς. Η εὕ. χεται λόγων· Ἐπεὶ πάντως τῷ ἀδικοῦντι ἀπώλεια ἕπεται, δικαιοσύνην παρέχων μοι, μὴ ἐάσῃς με ἐν ἀδικίᾳ γενέσθαι, ὅπως μὴ ἀπόλωμαι μετὰτῶν ἐργαζομένων αὐτήν.