Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΑΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 5-23
Not analysed yet
Τοῦ αὐτοῦ. Ἀγαπᾷ «ἐλεημοσύνην (82), »καθʼ ἢν ἐλεεῖ, καὶ τὴν τῶν ἐλεούντων· ὁμοίως δὲ καὶ «κρἱσιν, »καθʼ ἣν κρίνει· ὅτι τὰ κρίματα τοῦ Θεοῦ ἐστιν ἀληθινὰ, καὶ ἄβυσσος πολλὴ, καὶ ἀνεξεύρητα. Ἀγαπᾷ δὲ κρίσιν καὶ τὴν τῶν δικαίων, ὧν οἱ λογισμοὶ κρίματά εἰσι, περὶ ὧν λέγεται· «Κρίμα δίκαιον κρίνατε. »Ὅτε δὲ «τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, »βλέπομεν πῶς τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.